Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.41 | Dem. 4.44 (English) | >>Dem. 4.48 |
4.43θαυμάζω δʼ ἔγωγε , εἰ μηδεὶς ὑμῶν μήτʼ ἐνθυμεῖται μήτʼ ὀργίζεται , ὁρῶν , ὦ ἄνδρες Ἀθηναῖοι , τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι Φίλιππον , τὴν δὲ τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ Φιλίππου . ἀλλὰ μὴν ὅτι γʼ οὐ στήσεται , δῆλον , εἰ μή τις κωλύσει . εἶτα τοῦτʼ ἀναμενοῦμεν ; καὶ τριήρεις κενὰς καὶ τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε , πάντʼ ἔχειν οἴεσθε καλῶς ;
4.44οὐκ ἐμβησόμεθα ; οὐκ ἔξιμεν αὐτοὶ μέρει γέ τινι στρατιωτῶν οἰκείων νῦν , εἰ καὶ μὴ πρότερον ; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσόμεθα ; ποῖ οὖν προσορμιούμεθʼ ; ἤρετό τις . εὑρήσει τὰ σαθρά , ὦ ἄνδρες Ἀθηναῖοι , τῶν ἐκείνου πραγμάτων αὐτὸς ὁ πόλεμος , ἂν ἐπιχειρῶμεν · ἂν μέντοι καθώμεθʼ οἴκοι , λοιδορουμένων ἀκούοντες καὶ αἰτιωμένων ἀλλήλους τῶν λεγόντων , οὐδέποτʼ οὐδὲν ἡμῖν μὴ γένηται τῶν δεόντων .
4.45ὅποι μὲν γὰρ ἄν , οἶμαι , μέρος τι τῆς πόλεως συναποσταλῇ , κἂν μὴ πᾶσα , καὶ τὸ τῶν θεῶν εὐμενὲς καὶ τὸ τῆς τύχης συναγωνίζεται · ὅποι δʼ ἂν στρατηγὸν καὶ ψήφισμα κενὸν καὶ τὰς ἀπὸ τοῦ βήματος ἐλπίδας ἐκπέμψητε , οὐδὲν ὑμῖν τῶν δεόντων γίγνεται , ἀλλʼ οἱ μὲν ἐχθροὶ καταγελῶσιν , οἱ δὲ σύμμαχοι τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους .
4.46οὐ γὰρ ἔστιν , οὐκ ἔστιν ἕνʼ ἄνδρα δυνηθῆναί ποτε ταῦθʼ ὑμῖν πρᾶξαι πάνθʼ ὅσα βούλεσθε · ὑποσχέσθαι μέντοι καὶ φῆσαι καὶ τὸν δεῖνʼ αἰτιάσασθαι καὶ τὸν δεῖνʼ ἔστι , τὰ δὲ πράγματʼ ἐκ τούτων ἀπόλωλεν · ὅταν γὰρ ἡγῆται μὲν ὁ στρατηγὸς ἀθλίων ἀπομίσθων ξένων , οἱ δʼ ὑπὲρ ὧν ἂν ἐκεῖνος πράξῃ πρὸς ὑμᾶς ψευδόμενοι ῥᾳδίως ἐνθάδʼ ὦσιν , ὑμεῖς δʼ ἐξ ὧν ἂν ἀκούσηθʼ ὅ τι ἂν τύχητε ψηφίζησθε , τί καὶ χρὴ προσδοκᾶν ;
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.41 | Dem. 4.44 (English) | >>Dem. 4.48 |